Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.25 Joseph. AJ 12.29 (English) >>Joseph. AJ 12.34

12.28ἦν δὲ τοιοῦτον· “ὅσοι τῶν συστρατευσαμένων ἡμῶν τῷ πατρὶ τήν τε Συρίαν καὶ Φοινίκην ἐπέδραμον καὶ τὴν Ἰουδαίαν καταστρεψάμενοι σώματα λαβόντες αἰχμάλωτα διεκόμισαν εἴς τε τὰς πόλεις ἡμῶν καὶ τὴν χώραν καὶ ταῦτα ἀπημπόλησαν, τούς τε πρὸ αὐτῶν ὄντας ἐν τῇ ἐμῇ βασιλείᾳ καὶ εἴ τινες νῦν εἰσήχθησαν, τούτους ἀπολυέτωσαν οἱ παρʼ αὐτοῖς ἔχοντες ὑπὲρ ἑκάστου σώματος λαμβάνοντες δραχμὰς ἑκατὸν εἴκοσι, οἱ μὲν στρατιῶται μετὰ καὶ τῶν ὀψωνίων, οἱ δὲ λοιποὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης κομιζόμενοι τὰ λύτρα. 12.29νομίζω γὰρ αὐτοὺς καὶ παρὰ τὴν τοῦ πατρὸς προαίρεσιν καὶ παρὰ τὸ δέον ᾐχμαλωτίσθαι, τήν τε χώραν αὐτῶν διὰ τὴν στρατιωτικὴν αὐθάδειαν κεκακῶσθαι, καὶ διὰ τὴν εἰς Αἴγυπτον αὐτῶν μεταγωγὴν πολλὴν ὠφέλειαν ἐκ τούτου τοῖς στρατιώταις γεγονέναι. 12.30τὸ δίκαιον οὖν σκοπῶν καὶ τοὺς καταδεδυναστευμένους παρὰ τὸ προσῆκον ἐλεῶν ἀπολύειν κελεύω τοὺς ἐν ταῖς οἰκετείαις ὄντας Ἰουδαίους τὸ προγεγραμμένον κομιζομένους ὑπὲρ αὐτῶν κεφάλαιον τοὺς κεκτημένους, καὶ μηδένα περὶ τούτων κακουργεῖν, ἀλλʼ ὑπακούειν τοῖς προστεταγμένοις. 12.31βούλομαι δὲ τὰς ἀπογραφὰς ἀφʼ ἧς ἐξεπέμφθησαν ἐπὶ τρεῖς ἡμέρας ποιεῖσθαι πρὸς τοὺς ἐπʼ αὐτῶν ὑπάρχοντας, παραδεικνύντας εὐθὺς καὶ τὰ σώματα· τοῦτο γὰρ τοῖς ἐμαυτοῦ πράγμασιν ἡγοῦμαι συμφέρειν. προσαγγελλέτω δὲ τοὺς ἀπειθήσαντας βουλόμενος, ὧν τὰς οὐσίας


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.25 Joseph. AJ 12.29 (English) >>Joseph. AJ 12.34

Powered by PhiloLogic